Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.18 Dem. 25.21 (English) >>Dem. 25.24

25.20λέξω δʼ οὔτε καινὸν οὔτε περιττὸν οὐδὲν οὔτʼ ἴδιον, ἀλλʼ πάντες ὑμεῖς ἴσθʼ ὁμοίως ἐμοί. εἰ γάρ τις ὑμῶν ἐξετάσαι βούλεται τί ποτʼ ἐστὶ τὸ αἴτιον καὶ τὸ ποιοῦν τὴν βουλὴν συλλέγεσθαι, τὸν δῆμον εἰς τὴν ἐκκλησίαν ἀναβαίνειν, τὰ δικαστήρια πληροῦσθαι, τὰς ἕνας ἀρχὰς ταῖς νέαις ἑκούσας ὑπεξιέναι, καὶ πάντα διʼ ὧν πόλις οἰκεῖται καὶ σῴζεται γίγνεσθαι, τοὺς νόμους εὑρήσει τούτων αἰτίους καὶ τὸ τούτοις ἅπαντας πείθεσθαι, ἐπεὶ λυθέντων γε τούτων, καὶ ἑκάστῳ δοθείσης ἐξουσίας τι βούλεται ποιεῖν, οὐ μόνον πολιτεία οἴχεται, ἀλλʼ οὐδʼ βίος ἡμῶν τοῦ τῶν θηρίων οὐδὲν ἂν διενέγκαι. 25.21τί γὰρ ἂν τοῦτον αὐτὸν οἴεσθε ποιεῖν λυθέντων τῶν νόμων, ὃς ὄντων κυρίων τοιοῦτός ἐστιν; ἐπειδὴ τοίνυν οἱ νόμοι μετὰ τοὺς θεοὺς ὁμολογοῦνται σῴζειν τὴν πόλιν, δεῖ πάντας ὑμᾶς τὸν αὐτὸν τρόπον ὥσπερ ἂν εἰ καθῆσθʼ ἐράνου πληρωταί, τὸν μὲν πειθόμενον τούτοις ὡς φέροντα τὴν τῆς σωτηρίας φορὰν πλήρη τῇ πατρίδι τιμᾶν καὶ ἐπαινεῖν, τὸν δʼ ἀπειθοῦντα κολάζειν. 25.22ἔρανος γάρ ἐστιν πολιτικὸς καὶ κοινὸς πάνθʼ ὅσα, ταξάντων τῶν νόμων, ἕκαστος ἡμῶν ποιεῖ. ὃν λείπων, ἄνδρες Ἀθηναῖοι, πολλὰ καὶ καλὰ καὶ σεμνὰ καὶ μεγάλʼ ὑμῶν ἀφαιρεῖται καὶ διαφθείρει τὸ καθʼ αὑτόν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.18 Dem. 25.21 (English) >>Dem. 25.24

Powered by PhiloLogic